Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.138 Joseph. AJ 9.142 (English) >>Joseph. AJ 9.147

9.140

Ὀθλία δʼ Ἀχάβου θυγάτηρ ἀκούσασα τήν τʼ Ἰωράμου τἀδελφοῦ τελευτὴν καὶ τὴν Ὀχοζία τοῦ παιδὸς καὶ τοῦ γένους τῶν βασιλέων τὴν ἀπώλειαν ἐσπούδαζε μηδένα τῶν ἐκ τοῦ Δαυίδου καταλιπεῖν οἴκου, πᾶν δʼ ἐξαφανίσαι τὸ γένος, ὡς ἂν μηδὲ εἷς ἐξ αὐτοῦ βασιλεὺς ἔτι γένοιτο. 9.141καὶ τοῦθʼ ὡς μὲν ᾤετο διεπράξατο, διεσώθη δὲ εἷς υἱὸς Ὀχοζίου, τρόπῳ δὲ τοιούτῳ τὴν τελευτὴν διέφυγεν· ἦν Ὀχοζίᾳ ὁμοπάτριος ἀδελφὴ Ὠσαβέθη ὄνομα· ταύτῃ συνῆν ἀρχιερεὺς Ἰώδας. 9.142εἰσελθοῦσα δʼ εἰς τὸ βασίλειον καὶ τοῖς ἀπεσφαγμένοις τὸν Ἰώασον, τοῦτο γὰρ προσηγορεύετο τὸ παιδίον ἐνιαύσιον, ἐγκεκρυμμένον εὑροῦσα μετὰ τῆς τρεφούσης βαστάσασα μετʼ αὐτῆς εἰς τὸ ταμιεῖον ἀπέκλεισε τῶν κλινῶν καὶ λανθάνοντες ἀνέθρεψαν αὐτή τε καὶ ἀνὴρ αὐτῆς Ἰώδας ἐν τῷ ἱερῷ ἔτεσιν ἕξ, οἷς ἐβασίλευσεν Ὀθλία τῶν Ἱεροσολύμων καὶ τῶν δύο φυλῶν. 9.143

Τῷ δὲ ἑβδόμῳ κοινολογησάμενός τισιν Ἰώδας πέντε τὸν ἀριθμὸν ἑκατοντάρχαις καὶ πείσας αὐτοὺς συνεπιθέσθαι μὲν τοῖς κατὰ τῆς Ὀθλίας ἐγχειρουμένοις, τὴν δὲ βασιλείαν τῷ παιδὶ περιποιῆσαι, λαβὼν ὅρκους οἷς τὸ ἀδεὲς παρὰ τῶν συνεργούντων βεβαιοῦται τὸ λοιπὸν ἐθάρρει ταῖς κατὰ τῆς Ὀθλίας ἐλπίσιν. 9.144οἱ δʼ ἄνδρες, οὓς ἱερεὺς Ἰώδας κοινωνοὺς τῆς πράξεως παρειλήφει, περιπορευθέντες ἅπασαν τὴν χώραν τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐξ αὐτῆς ἀθροίσαντες καὶ τοὺς τῶν φυλῶν προεστηκότας ἧκον ἄγοντες εἰς Ἱεροσόλυμα πρὸς τὸν ἀρχιερέα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.138 Joseph. AJ 9.142 (English) >>Joseph. AJ 9.147

Powered by PhiloLogic